τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶνοὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις,εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.ὦ Πέλοπος ἁ πρόσθενπολύπονος ἱππεία,ὡς ἔμολες αἰανὴςτᾷδε γᾷ.εὖτε γὰρ ὁ ποντισθεὶςΜυρτίλος ἐκοιμάθη,παγχρύσων δίφρωνδυστάνοις αἰκίαιςπρόρριζος ἐκριφθείς,οὔ τί πωἔλειπεν ἐκ τοῦδʼ οἴκουπολύπονος αἰκία.ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει·οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶμή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους·νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπειἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκηςἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά·ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σελέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶςἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι·ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες·ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτληθῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶλύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ.εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνωνἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς;ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν.ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼντἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς