ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχακαὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸςἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί,ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραιςχερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλονπέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα·ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδεἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶνπάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ,εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγονδυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν.πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶσιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι·ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰνδοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμαςλειπομένα σοφᾶς,εἶσιν ἁ πρόμαντιςΔίκα δίκαια φερομένα χεροῖν κράτη·μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.ὕπεστί μοι θάρσος,ἁδυπνόων κλύουσανἀρτίως ὀνειράτων.οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ,οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖςκρυπτομένα λόχοιςχαλκόπους Ἐρινύς.ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνωνγάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις.πρὸ τῶνδέ τοί μʼ ἔχειμή ποτε μή ποθʼ ἡμῖνἀψεγὲς πελᾶν τέρας