ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν.ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε.ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοιἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸςτοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίανἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιονπῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲαὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνωβλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιονπᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳδείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου.πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτιπέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶνἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν·εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν.ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖντύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμιςοὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναικτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί·ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνεικρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸςτούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃκειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω.ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴπασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰςοὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε.σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖγέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς,ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳκηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖςλυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲτεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβαςκἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως