τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πωςτῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸνἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοιμεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ.μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων,ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίουφέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖστέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά.πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερονπαθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν.ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ.ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει.τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον;ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν;ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω.βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι.ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο.μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν.σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις.καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν.πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι.πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι.σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή.χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ.ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα;μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν;ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;