θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτιἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένοςλάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ.νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.ἅπαντα γάρ σοι τἀμὰ νουθετήματακείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶςἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν·ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοιςσθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένηςοὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοικέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότιτιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰμέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσίατράπεζα κείσθω καὶ περιρρείτω βίος.ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνονβόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸςπάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦτῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοιςἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις