κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲτῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸςἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴςβοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶνκλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην.τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλαςὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών,ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶπαυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μουκαὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖςπολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλαςλέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει.ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγουςτοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶτὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖνφέρουσαν, οἷα τοῖς κάτω νομίζεται.τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοιςἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις