ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμακαὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶςλέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶπολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶθάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,ἔχθιστα συμβέβηκεν· εἶτα δώμασινἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸςξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοιλαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδωτοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματαφοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίουςσπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸςξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼνταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστοριξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότεπατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖθεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγαςκλαίω, τέτηκα, κἀπικωκύω πατρὸςτὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένηναὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρατοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴφωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρτέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;