οἷς θεὸς ὁ μέγας Ὀλύμπιοςποίνιμα πάθεα παθεῖν πόροι,μηδέ ποτʼ ἀγλαΐας ἀποναίατοτοιάδʼ ἀνύσαντες ἔργα.φράζου μὴ πόρσω φωνεῖν.οὐ γνώμαν ἴσχεις ἐξ οἵωντὰ παρόντʼ οἰκείας εἰς ἄταςἐμπίπτεις οὕτως αἰκῶς;πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖςοὐκ ἐριστὰ πλάθειν.δεινοῖς ἠναγκάσθην, δεινοῖς·ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά.ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσωταύτας ἄτας,ὄφρα με βίος ἔχῃ.τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα,πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια;ἄνετέ μʼ ἄνετε, παράγοροι·τάδε γὰρ ἄλυτα κεκλήσεται,οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαιἀνάριθμος ὧδε θρήνων.ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ,μάτηρ ὡσεί τις πιστά,μὴ τίκτειν σʼ ἄταν ἄταις.καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων;μήτʼ εἴην ἔντιμος τούτοιςμήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ,ξυνναίοιμʼ εὔκηλος, γονέωνἐκτίμους ἴσχουσα πτέρυγαςὀξυτόνων γόων.εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢνκείσεται τάλας,οἱ δὲ μὴ πάλινδώσουσʼ ἀντιφόνους δίκας,ἔρροι τʼ ἂν αἰδὼςἁπάντων τʼ εὐσέβεια θνατῶν.