τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ,δάκρυσι μυδαλέα, τὸν ἀνήνυτονοἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεταιὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶἔρχεται ἀγγελίας ἀπατώμενον;ἀεὶ μὲν γὰρ ποθεῖ,ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι.θάρσει μοι, θάρσει, τέκνον.ἔτι μέγας οὐρανῷΖεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει·ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσαμήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου·χρόνος γὰρ εὐμαρὴς θεός.οὔτε γὰρ ὁ τὰν Κρῖσανβούνομον ἔχων ἀκτὰνπαῖς Ἀγαμεμνονίδας ἀπερίτροποςοὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδηβίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ·ἅτις ἄνευ τεκέων κατατάκομαι,ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξίαοἰκονομῶ θαλάμους πατρός, ὧδε μὲνἀεικεῖ σὺν στολᾷ,κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις.οἰκτρὰ μὲν νόστοις αὐδά,οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαιςὅτε οἱ παγχάλκων ἀνταίαγενύων ὡρμάθη πλαγά.δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,δεινὰν δεινῶς προφυτεύσαντεςμορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶνἦν ὁ ταῦτα πράσσων.ὦ πασᾶν κείνα πλέον ἁμέραἐλθοῦσʼ ἐχθίστα δή μοι·ὦ νύξ, ὦ δείπνων ἀρρήτωνἔκπαγλʼ ἄχθη,τοὺς ἐμὸς ἴδε πατὴρθανάτους αἰκεῖς διδύμαιν χειροῖν,αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν·