εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ;ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίουχωρεῖ γεγηθὼςβᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα,νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν.θάρσει· τελοῦμεν.ᾗ νοεῖς ἔπειγέ νυν.καὶ δὴ βέβηκα.τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί.διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπεινπρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡςὀρούσῃ πρὸς δίκας ἀγῶνα.τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι,οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίονλελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις;σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάροςχρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλεινοἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι.ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂνἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν.ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως;οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον.πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν;πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα.ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως.χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε.σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλαςπᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν,ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάροςἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸνστόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίανἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳνοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐπεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω.χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπωςτὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ.