αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν,τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως.ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ,εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει.αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει.οἴμοι, τί λεύσσω;τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς;τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων;οὐ γὰρ αἰσθάνει πάλαιζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα;οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπωςὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ.καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρεςκἂν σμικρὸν εἰπεῖν.μὴ πέρα λέγειν ἔαπρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους.τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένωνθνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθεςταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν,ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶνμόνον γένοιτο τῶν πάλαι λυτήριον.χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐνῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸντοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν;μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανεςπατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς.ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖντά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος.ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται.ἀλλʼ ἕρφʼ.ὑφηγοῦ.σοὶ βαδιστέον πάρος.ἦ μὴ φύγω σε;μὴ μὲν οὖν καθʼ ἡδονὴνθάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.