ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖςἙρμῆς σφʼ ἄγει δόλον σκότῳκρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει.ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκατελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε.πῶς δή; τί νῦν πράσσουσιν;ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας.σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί;φρουρήσουσʼ ὅπωςΑἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.αἰαῖ. ἰὼ στέγαιφίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι.βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι;ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς;ἰδοὺ μάλʼ αὖ θροεῖ τις.ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.ἀλλʼ οὐκ ἐκ σέθενᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ.ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοιμοῖρα καθαμερία φθίνει φθίνει.ὤμοι πέπληγμαι.παῖσον, εἰ σθένεις, διπλῆν.ὤμοι μάλʼ αὖθις.εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ.τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶνκτανόντων οἱ πάλαι θανόντες.καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρστάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν.Ὀρέστα, πῶς κυρεῖτε;τἀν δόμοισι μὲνκαλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.τέθνηκεν ἡ τάλαινα;μηκέτʼ ἐκφοβοῦμητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ.παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.ὦ παῖδες, οὐκ ἄψορρον;