μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις.ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμωνἈγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων;ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχωνποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαιξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά μελόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί;χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ·χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ.ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγουςπολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι,αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτινῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη,νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον,φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροιςἄλλοισι τούτων πλείοσιν μαχούμενοι.οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων,Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχοςχωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδηθεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύεἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχωαἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρωνἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμιατῆς δυσσεβείας οἷα δωροῦνται θεοί.ἴδεθʼ ὅποι προνέμεταιτὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοιμετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖτοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.παράγεται γὰρ ἐνέρωνδολιόπους ἀρωγὸς εἴσω στέγας,