ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τεκαὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂντέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνηοὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶςἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.εἴσιτʼ, ὦ ξένοι,ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τιςδόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτιἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖςτοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼπάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοιςτὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα·νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγωνκαὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆςεἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸνἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή.πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι;καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ.χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει,καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον.οὐχὶ ξυνίης;οὐδέ γʼ ἐς θυμὸν φέρω.οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ;ποίῳ; τί φωνεῖς;οὗ τὸ Φωκέων πέδονὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ