ἐπαξιώσας ὧδέ μοι φανῆναι,μή τί με, πολύπονον ὧδʼ ἰδὼντί μὴ ποήσω;μή μʼ ἀποστερήσῃςτῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.ξυναινεῖς;τί μὴν οὔ;ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,οὐδʼ ἂν ἔσχον ὁρμὰνἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲφιλτάταν ἔχων πρόσοψιν,ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμωνἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳσήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοιγελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεταιφαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃστέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότεχαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλονκαὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰςπρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺαὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶςὑπηρετοίην τῷ παρόντι δαίμονι.ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύωνὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡςγέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷδακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,