ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοιγεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.ἰὼ γοναί,γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,ἐμόλετʼ ἀρτίως,ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε.πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε.τί δʼ ἔστιν;σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι,περισσὸν ἄχθος ἔνδονγυναικῶν ὂν αἰεί.ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρηςἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που.ὀτοτοτοτοῖ τοτοῖ,ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,οὐδέ ποτε λησόμενον ἁμέτερονοἷον ἔφυ κακόν.ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσίαφράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών.ὁ πᾶς ἐμοί,ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειντάδε δίκᾳ χρόνος·μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε.τί δρῶσα;οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν.τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότοςμεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων;ἐπεί σε νῦν ἀφράστωςἀέλπτως τʼ ἐσεῖδον.τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖνἔφρασας ὑπερτέραντᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισενἁμέτερα πρὸς μέλαθρα· δαιμόνιοναὐτὸ τίθημʼ ἐγώ.τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲδέδοικα λίαν ἡδονῇ νικωμένην.ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν