εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδεκέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡςἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδωνοὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖνκλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼλουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆςἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶπόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτεμητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷθανόντι σὺν σοί· πάντα γὰρ συναρπάσαςθύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆςμήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκιςφήμας λάθρᾳ προύπεμπες ὡς φανούμενοςτιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς