ὀνείδη·ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆφύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-τᾳ· πρόδοτος δὲ μόνα σαλεύειἨλέκτρα, τὸν ἀεὶ πατρὸςδειλαία στενάχουσʼ, ὅπωςἁ πάνδυρτος ἀηδών,οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;οὐδεὶς τῶν ἀγαθῶν γὰρζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλεινώνυμος, ὦ παῖ παῖ.ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.ζῴης μοι καθύπερθενχειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσοννῦν ὑπόχειρ ναίεις·ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷβεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομένανἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμενὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂνἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτιΦωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμενφήμης φέροντες ἐμφανῆ τεκμήρια;οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρωνἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖτεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲςπρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.