δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτηςμορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.οἴμοι μοι.ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.ὦ δεινοτάτας, οἴμοι μοι,πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτωναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶτοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶνἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφοςτοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.