σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τιτὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνωκλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼκτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼνκεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδεἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳκατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματακεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχηςκρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα·πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶνμητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳπαρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι,εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι.μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος.ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ;Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον;θεήλατον μάντευμα δεινόν, ὦ ξένε.ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲχρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τεπατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαιμακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμωςτὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν.ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις;