πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ,ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ.καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπωςσοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ.ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με.εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν.ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ.ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν;ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον.καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί;ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ.ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο;δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα;ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία.σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως;εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν.ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ.τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις;ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά·οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν;λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς.δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην.ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον.οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ.ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών;οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.