ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένονκεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπουτὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶγένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶτῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτουχρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;τύραννον αὐτὸν οὑπιχώριοι χθονὸςτῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχοςμολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμωντὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδεπρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύωντὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶνὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;