ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετεἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει,ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα,ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα,ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυςπρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂνἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂνεἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς,ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθαβωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰνπτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέωνλεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένονἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖςναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγανἤδη σαλεύει κἀνακουφίσαι κάραβυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τεἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸςσκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼἍιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼοὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίουκρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼνσκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέονοὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦλέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,