ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα,ἀκρότατον εἰσαναβᾶσʼαἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,ἔνθʼ οὐ ποδὶ χρησίμῳχρῆται. τὸ καλῶς δʼ ἔχονπόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων,κακά νιν ἕλοιτο μοῖρα,δυσπότμου χάριν χλιδᾶς,εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίωςκαὶ τῶν ἀσέπτων ἔρξεταιἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέληεὔξεται ψυχᾶς ἀμύνειν;εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,τί δεῖ με χορεύειν;οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων,οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν,εἰ μὴ τάδε χειρόδεικταπᾶσιν ἁρμόσει βροτοῖς.ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις,Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοισὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.φθίνοντα γὰρ Λαΐου παλαίφαταθέσφατʼ ἐξαιροῦσιν ἤδη,κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·ἔρρει δὲ τὰ θεῖα.χώρας ἄνακτες, δόξα μοι παρεστάθηναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖνστέφη λαβούσῃ κἀπιθυμιάματα.ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγανλύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,