κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖνπρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγωνσοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπεινὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτιλέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶςτοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνονφανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίαςδιεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτεκατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼβλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτηνπέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.εἴ μοι ξυνείη φέροντιμοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγωνἔργων τε πάντων, ὧν νόμοι πρόκεινταιὑψίποδες, οὐρανίανδιʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμποςπατὴρ μόνος, οὐδέ νινθνατὰ φύσις ἀνέρωνἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ·μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.ὕβρις φυτεύει τύραννον·