φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόναἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶνχρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷςσὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆςὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆςἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼναὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,ὄχου παραστείχοντα τηρήσας, μέσονκάρα διπλοῖς κέντροισί μου καθίκετο.οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμωςσκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιοςμέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳτούτῳ προσήκει Λαΐου τι συγγενές,τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινιδόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦνἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖνχραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖνμηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖμητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖνΠόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂνκρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶνβαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν