σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματιἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάραπολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοικατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺςοὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρωτὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξμίασμα χώρας, ὡς τεθραμμένον χθονὶἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλινλύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼνγῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶςτοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεταιἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενονἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊοςἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλινπρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦκατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼνὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν,