ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη;δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότοςοὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδοςοὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι;ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖνμεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ·ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺπρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν·ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχονγῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα.ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος.ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂνκἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι.κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρωνἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους,ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω,ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖςσὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες.ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάρινκαὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται.Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμασωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος.ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσουΠυθῶνος ἀγλαὰς ἔβαςΘήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,ἰήιε Δάλιε Παιάν,ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέονἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάναγαιάοχόν τʼ ἀδελφεὰνἌρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,