ἱκετεύομέν σε πάντες οἵδε πρόστροποιἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶνφήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του·ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰςζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν,ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆσωτῆρα κλῄζει τῆς πάρος προθυμίας·ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθαστάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχηνπαρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦςἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοιπροσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτινοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼοὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεταιμόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,ταύτην ἔπραξα· παῖδα γὰρ ΜενοικέωςΚρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τιδρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳλυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέραἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸςμὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίωςΚρέοντα προσστείχοντα σημαίνουσί μοι.ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ