κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτεὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτησέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼνἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρδοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγανεἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖνκἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδωνἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονιλέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχητοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃκαλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέρανμόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλαςμητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρωςτοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαιΠυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμηνἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλιακαὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,