ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲλῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραιτρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖνἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσενφονέα γενέσθαι πατρὸς οὔτε Λάϊοντὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸςχρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊοςκατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸςἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸςἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιντίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰςδεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχωνἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .