ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ.τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμαἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅτανθυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσειςαὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;πορεύσομαι,σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;μαθοῦσά γʼ ἥτις ἡ τύχη.δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.ἀμφοῖν ἀπʼ αὐτοῖν;ναίχι.καὶ τίς ἦν λόγος;ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας,φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμαπεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοιςἀλύουσαν κατʼ ὀρθὸν οὔρισας,τανῦν τʼ εὔπομπος, ἂν γένοιο.πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲμῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.φονέα με φησὶ Λαΐου καθεστάναι.αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶτό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέριἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοιβρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶΦοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,