εἰ δὲ ξυνίης μηδέν;ἀρκτέον γʼ ὅμως.οὔτοι κακῶς γʼ ἄρχοντος.ὦ πόλις πόλις.κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶτήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧςτὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσινγλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆςοὕτω νοσούσης ἴδια κινοῦντες κακά;οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσιςδρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖνἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶςεἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τιδέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.τί σοι θέλεις δῆτʼ εἰκάθω;τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.οἶσθʼ οὖν ἃ χρῄζεις;οἶδα.φράζε δὴ τί φής.τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳσὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.οὐ τὸν πάντων θεῶν θεὸν πρόμονἍλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματονὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰςτρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰπροσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν