νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχεινἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;οὔπω τοσοῦτον ἠπατημένος κυρῶὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυνοὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼνπεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃςκοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃςψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτηνχρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγωκαὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶχρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳχωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲνπεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις;οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω.τὸ γοῦν ἐμόν.ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν.ἀλλʼ ἔφυς κακός.