εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶςδρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲπάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶτὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνονδέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰςοὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦμαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖςἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυντύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.