φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόραποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶςφρενὸς οὔποτʼ ὀφλήσει κακίαν.ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένοςκατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖςταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναιλόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦνἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂνὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτιπεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸςκατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχειςτόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγαςἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶςλῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίανἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδεδόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,ἄνευ τε πλήθους καὶ φίλων τυραννίδαθηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένωνἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸςσοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν