τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότοςκαὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπισκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼνἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυγυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸςὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼνεἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτραἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;ὥρα νιν ἀελλάδωνἵππων σθεναρώτερονφυγᾷ πόδα νωμᾶν.ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκειπυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,δειναὶ δʼ ἅμʼ ἕπονταικῆρες ἀναπλάκητοιἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσαφάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.φοιτᾷ γὰρ ὑπʼ ἀγρίανὕλαν ἀνά τʼ ἄντρα καὶπέτρας ἰσόταυροςμέλεος μελέῳ ποδὶ χηρεύων,τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζωνμαντεῖα· τὰ δʼ ἀεὶζῶντα περιποτᾶται.δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέταςοὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.τί γὰρ ἢ Λαβδακίδαιςἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαιςἐπίκουρος ἀδήλων θανάτων.ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶνεἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται,κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίανπαραμείψειεν ἀνήρ.ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.