οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢντοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸςἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοιςἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμαπροπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶνκάκιον ὅστις ἐκτριβήσεταί ποτε.ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλινἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶσχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼνὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸνδείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαιζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνοντὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴςφανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται