μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲμήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνηςὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλιςδωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσινμόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦνἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχωνοὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοιςπαραστατήσειν τοῖς Κρεοντείοις πέλας.κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδεἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρωνεἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπηὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦμαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦνἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,