οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρουφύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε,ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπηκλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶκαὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσονμὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματιᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέραςτῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.οὕτως ἀναιδῶς ἐξεκίνησας τόδετὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων;οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοιςαἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶτυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶοὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.