ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος,τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς,ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ.ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρτὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧτἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τεἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ,πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμωςοἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτηνσωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν.Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσινμόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖκτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα.σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτινμήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν,ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ,ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧνἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέληλύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼεἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην.τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺκἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλειτῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν.ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸνπρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω—μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶπάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι.πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτετἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά.τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖςἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.