γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης.οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος,ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον,κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένοςμὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα·νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη·ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός,ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶτοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος.καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺςμήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰμήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳτῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι·ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοιςτάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκηχοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ.οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχωδεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦνΦοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε.δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺςἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ.τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ.εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαιμάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂνσκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα.ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην.ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦςπομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται.καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη.τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ.