ἀγλαῶπι ¯ ˘ ¯πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπηκλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν,ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ,ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰνἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκουκάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖναὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲνἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής.εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸςτὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρκέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται.εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλουδείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆςτῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασινκοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν·ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματοςτοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦμαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονιτῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω·κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τιςεἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον·ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιοςἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος,παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην.ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν,ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε