καὶ Φοῖβον ἑκαβόλον, ἰὼτρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλειἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.ὦ πόποι, ἀνάριθμα γὰρ φέρωπήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχοςᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονακλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισινἰηίων καμάτων ἀνέχουσι γυναῖκες·ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνινκρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενονἀκτὰν πρὸς ἑσπέρου θεοῦ.ὧν πόλις ἀνάριθμος ὄλλυται·νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρεςἀχὰν παραβώμιον ἄλλοθεν ἄλλανλυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλοςὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,εὐῶπα πέμψον ἀλκάν.Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδωνφλέγει με περιβόατον, ἀντιάζωπαλίσσυτον δράμημα νωτίσαι πάτραςἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίταςεἴτʼ ἐς τὸν ἀπόξενον ὅρμωνΘρῄκιον κλύδωνα·τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·τόν, ὦ τᾶν πυρφόρωνἀστραπᾶν κράτη νέμων,ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶνβέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαιἀρωγὰ προσταχθέντα τάς τε πυρφόρουςἈρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·τὸν χρυσομίτραν τε κικλήσκω,τᾶσδʼ ἐπώνυμον γᾶς,οἰνῶπα Βάκχον εὔιον,Μαινάδων ὁμόστολον,πελασθῆναι φλέγοντʼ