θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴσπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶςτράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖνψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.ἴθʼ ὦναξ,ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼνδοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.τί φημί;οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοινδακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέωνἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;λέγω τι;λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε,γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι.ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦδαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι.ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετεὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶντὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶνπατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναιπρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖςγοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ