ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσωνἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴχέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν,ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃςπτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶνπάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί.σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονοςὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.