Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶχώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος;τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρπάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός.οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτιγένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγααἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγοςἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆμήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶνμόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά.πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας,ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ,πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω.καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπουθνητῶν φανοῦμαι μηδενὸς προσήγορος.ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦπρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμενχρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφονθοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδεπατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεταιοὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοιπατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσονμήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε