οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνωνἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼκάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶςἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπωνὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶνφανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴνὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦνπηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμηντὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρτὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼνἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτεἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς;ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτριαλόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά μεκάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπηδρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄποἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτιοἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼνὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι,ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλινἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατεπατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον,νύμφας, γυναῖκας μητέρας τε, χὠπόσααἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν,ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ πουκαλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιονἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι.ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν.πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰοὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε