ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰςὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων;Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι,ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.τί γὰρ ἔδει μʼ ὁρᾶν,ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢστερκτὸν ἢ προσήγορονἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με,ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριοντὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖςἐχθρότατον βροτῶν.δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδαςμονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνουἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.τότε γὰρ ἂν θανὼνοὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.οὔκουν πατρός γʼ ἂν φονεὺςἦλθον οὐδὲ νυμφίοςβροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς,ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,τοῦτʼ ἔλαχʼ Οἰδίπους.οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός.ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπωνπατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼνοὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖνἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;