βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινατοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι,ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτιμενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.ῥώμης γε μέντοι καὶ προηγητοῦ τινοςδεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδεδιοίγεται· θέαμα δʼ εἰσόψει τάχατοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,ὦ δεινότατον πάντων ὅσʼ ἐγὼπροσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον,προσέβη μανία; τίς ὁ πηδήσαςμείζονα δαίμων τῶν μακίστωνπρὸς σῇ δυσδαίμονι μοίρᾳ;φεῦ φεῦ, δύστανʼ·ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλωνπόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι,πολλὰ δʼ ἀθρῆσαι·τοίαν φρίκην παρέχεις μοι.αἰαῖ αἰαῖ, δύστανος ἐγώ,ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοιφθογγὰ διαπωτᾶται φοράδην;ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.ἰὼ σκότουνέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,ἀδάματόν τε καὶ δυσούριστον ὄν.οἴμοι,οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμακέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασινδιπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.ἰὼ φίλος,σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρὑπομένεις με τὸν τυφλὸν κηδεύων.φεῦ φεῦ.οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.